Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.78 Joseph. BJ 7.84 (English) >>Joseph. BJ 7.91

7.82πολλοῦ δὲ μέρους ἤδη τῶν Γερμανῶν τὴν ἀποστασίαν ἀνωμολογηκότος καὶ τῶν ἄλλων οὐκ ἄνδιχα φρονησάντων, ὥσπερ ἐκ δαιμονίου προνοίας Οὐεσπασιανὸς πέμπει γράμματα Πετιλίῳ Κερεαλίῳ τὸ πρότερον ἡγεμόνι Γερμανίας γενομένῳ, τὴν ὕπατον διδοὺς τιμὴν καὶ κελεύων ἄρξοντα Βρεττανίας ἀπιέναι. 7.83πορευόμενος οὖν ἐκεῖνος ὅποι προσετέτακτο καὶ τὰ περὶ τὴν ἀπόστασιν τῶν Γερμανῶν πυθόμενος, ἤδη συνειλεγμένοις αὐτοῖς ἐπιπεσὼν καὶ παραταξάμενος πολύ τε πλῆθος αὐτῶν ἀναιρεῖ κατὰ τὴν μάχην καὶ τῆς ἀνοίας παυσαμένους ἠνάγκασε σωφρονεῖν. 7.84ἔμελλον δὲ κἀκείνου μὴ θᾶττον εἰς τοὺς τόπους παραβαλόντος δίκην οὐκ εἰς μακρὰν ὑφέξειν· 7.85ἡνίκα γὰρ πρῶτον τῆς ἀποστάσεως αὐτῶν ἀγγελία τῇ Ῥώμῃ προσέπεσε, Δομετιανὸς Καῖσαρ πυθόμενος οὐχ ὡς ἂν ἕτερος ἐν τούτῳ τῆς ἡλικίας, νέος γὰρ ἦν ἔτι παντάπασιν, τηλικοῦτον ἄρασθαι μέγεθος πραγμάτων ὤκνησεν, 7.86ἔχων δὲ πατρόθεν ἔμφυτον τὴν ἀνδραγαθίαν καὶ τελειοτέραν τὴν ἄσκησιν τῆς ἡλικίας πεποιημένος ἐπὶ τοὺς βαρβάρους εὐθὺς ἤλαυνεν. 7.87οἱ δὲ πρὸς τὴν φήμην τῆς ἐφόδου καταπεσόντες ἐπʼ αὐτῷ σφᾶς αὐτοὺς ἐποιήσαντο μέγα τοῦ φόβου κέρδος εὑράμενοι τὸ χωρὶς συμφορῶν ὑπὸ τὸν αὐτὸν πάλιν ζυγὸν ὑπαχθῆναι. 7.88πᾶσιν οὖν ἐπιθεὶς τοῖς περὶ τὴν Γαλατίαν τάξιν

-- --

τὴν προσήκουσαν Δομετιανός, ὡς μηδʼ αὖθις ἄν ποτε ῥᾳδίως ἔτι τἀκεῖ ταραχθῆναι, λαμπρὸς καὶ περίβλεπτος ἐπὶ κρείττοσι μὲν τῆς ἡλικίας, πρέπουσι δὲ τῷ πατρὶ κατορθώμασιν εἰς τὴν Ῥώμην ἀνέζευξε.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.78 Joseph. BJ 7.84 (English) >>Joseph. BJ 7.91

Powered by PhiloLogic